TLG 0390 001 :: MARTYRIUM CARPI, PAPYLI ET AGATHONICAE :: Martyrium sanctorum Carpi, Papyli et Agathonicae

MARTYRIUM CARPI, PAPYLI ET AGATHONICAE Hagiogr.
(A.D. 2)

Martyrium sanctorum Carpi, Papyli et Agathonicae

Source: Musurillo, H. (ed.), The acts of the Christian martyrs. Oxford: Clarendon Press, 1972: 22–28.

Citation: Section — (line)

t

RECENSIO GRAECA Μαρτύριον τῶν Ἁγίων Κάρπου, Παπύλου, καὶ Ἀγαθονίκης

1

Ἐνδημοῦντος τοῦ ἀνθυπάτου ἐν Περγάμῳ προσήχθησαν αὐτῷ οἱ μακάριοι Κάρπος καὶ Παπύλος, μάρτυρες τοῦ Χριστοῦ.

2

ὁ δὲ ἀνθύπατος προκαθίσας ἔφη· Τίς καλεῖ;

3

ὁ δὲ μακάριος ἔφη· Τὸ πρῶτον καὶ ἐξαίρετον ὄνομα Χριστιανός, εἰ δὲ τὸ ἐν τῷ κόσμῳ ζητεῖς, Κάρπος.

4

ὁ ἀνθύπατος εἶπεν· Ἔγνωσταί σοι πάντως τὰ προστάγματα τῶν Αὐγούστων περὶ τοῦ δεῖν ὑμᾶς σέβειν τοὺς θεοὺς τοὺς τὰ πάντα διοικοῦντας. ὅθεν συμβουλεύω ὑμῖν προσελθεῖν καὶ θῦσαι.

5

Κάρπος εἶπεν· Ἐγὼ Χριστιανός εἰμι, Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ σέβομαι, τὸν ἐλθόντα ἐν ὑστέροις καιροῖς ἐπὶ σωτηρίᾳ ἡμῶν καὶ ῥυσάμενον ἡμᾶς τῆς πλάνης τοῦ διαβόλου· τοιούτοις δὲ εἰδώλοις οὐ θύω.

6

ποίει ὃ θέλεις· ἐμὲ γὰρ ἀδύνατον θῦσαι κι‐ βδήλοις φάσμασιν δαιμόνων· οἱ γὰρ τούτοις θύοντες ὅμοιοι αὐτοῖς εἰσιν.

7

ὥσπερ γὰρ οἱ ἀληθινοὶ προσκυνηταί, κατὰ τὴν θείαν ὑπό‐ μνησιν τοῦ κυρίου οἱ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦν‐ τες τῷ θε, ἀφομοιοῦνται τῇ δόξῃ τοῦ θεοῦ καὶ εἰσὶν μετ’ αὐτοῦ ἀθάνατοι, μεταλαβόντες τῆς αἰωνίου ζωῆς διὰ τοῦ λόγου, οὕτως καὶ
5οἱ τούτοις λατρεύοντες ἀφομοιοῦνται τῇ ματαιότητι τῶν δαιμόνων καὶ σὺν αὐτοῖς ἀπόλλυνται ἐν γεέννῃ.

8

δίκη γὰρ δικαία ἐστὶν μετὰ τοῦ πλανήσαντος τὸν ἄνθρωπον, τὸ ἐξαίρετον κτίσμα τοῦ θεοῦ, λέγω δὴ τοῦ διαβόλου, τοῦ παραζηλώσαντος οἰκείᾳ πονηρίᾳ ἐπὶ τούτῳ. ὅθεν γίνωσκε, ἀνθύπατε, μὴ θύειν με τούτοις.

9

Ὁ δὲ ἀνθύπατος θυμωθεὶς ἔφη· Θύσατε τοῖς θεοῖς καὶ μὴ μωραίνετε.

10

Κάρπος ὑπομειδιάσας εἶπεν· Θεο, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν.
22

11

ὁ ἀνθύπατος εἶπεν· Θῦσαί σε δεῖ· οὕτως γὰρ ἐκέλευσεν ὁ αὐτοκράτωρ.

12

Κάρ‐ πος εἶπεν· Οἱ ζῶντες τοῖς νεκροῖς οὐ θύουσιν.

13

ὁ ἀνθύπατος εἶπεν· Οἱ θεοὶ δοκοῦσίν σοι νεκροὶ εἶναι;

14

Κάρπος εἶπεν· Θέλεις ἀκοῦσαι; οὗτοι οὔτ’ ἐξ ἀνθρώπων ὄντες ποτὲ ἔζησαν ἵνα καὶ ἀπο‐ θάνωσιν.

15

θέλεις δὲ μαθεῖν ὅτι ἀληθές ἐστιν τοῦτο; ἆρον τὴν τιμήν σου ἀπ’ αὐτῶν ἣν δοκεῖς προσφέρειν αὐτοῖς καὶ γνώσῃ ὅτι οὐθέν εἰσιν· ὕλη γῆς ὑπάρχοντα καὶ τῷ χρόνῳ φθειρόμενα.

16

ὁ γὰρ θεὸς ἡμῶν ἄχρονος ὢν καὶ τοὺς αἰῶνας ποιήσας αὐτὸς ἄφθαρτος καὶ αἰώνιος διαμένει, ὁ αὐτὸς ἀεὶ ὢν μήτε αὔξησιν μήτε μείωσιν ἐπι‐ δεχόμενος· οὗτοι δὲ καὶ γίνονται ὑπὸ ἀνθρώπων καὶ φθείρονται, ὡς
5ἔφην, ὑπὸ τοῦ χρόνου.

17

τὸ δὲ χρησμεύειν καὶ ἀπατᾶν αὐτοὺς μὴ θαυμάσῃς. ὁ γὰρ διάβολος ἀπ’ ἀρχῆς πεσὼν ἐκ τῆς ἐνδόξου αὐτοῦ τάξεως οἰκείᾳ μοχθηρίᾳ τὴν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ στοργὴν καταπολεμεῖ καὶ καταπιεζόμενος ὑπὸ τῶν ἁγίων τούτοις ἀνταγωνί‐
5ζεται καὶ προκατασκευάζει πολέμους καὶ προλαμβάνων ἀπαγγέλλει τοῖς ἰδίοις.

18

ὁμοίως καὶ ἐκ τῶν καθ’ ἡμέραν ἡμῖν συμβαινόντων, ἀρχαιότερος ὢν τῶν χρόνων ἀποπειράσας τὰ συμβησόμενα προλέγει ἅπερ αὐτὸς μέλλει κακοποιεῖν.

19

ἔχει γὰρ ἐκ τῆς ἀποφάσεως τοῦ θεοῦ τὴν ἀδικίαν τὸ εἰδέναι, καὶ κατὰ συγχώρησιν θεοῦ πειράζει τὸν ἄνθρωπον, ζητῶν πλανῆσαι τῆς εὐσεβείας.

20

πείσθητι οὖν μοι, ὑπατικέ, ὅτι ἐν ματαιότητί ἐστε οὐ μικρᾷ.

21

Ὁ ἀνθύπατος εἶπεν· Πολλὰ ἐάσας σε φλυαρῆσαι εἰς βλασ‐ φημίαν ἤγαγον τῶν θεῶν καὶ τῶν Σεβαστῶν. ἵνα οὖν μὴ ἐπὶ πλεῖόν σοι προχωρήσῃ, θύεις; ἢ τί λέγεις;

22

Κάρπος εἶπεν· Ἀδύνατον ὅτι θύω· οὐ γὰρ πώποτε ἔθυσα εἰδώλοις.

23

εὐθὺς οὖν ἐκέλευσεν κρεμασθέντα ξέεσθαι. ὁ δὲ ἔκραζεν· Χριστιανός εἰμι. ἐπὶ πολὺ δὲ ξεόμενος ἔκαμνεν καὶ οὐκέτι ἴσχυσεν λαλῆσαι.

24

Καὶ ἐάσας τὸν Κάρπον ὁ ἀνθύπατος ἐπὶ τὸν Παπύλον ἐτρέπετο λέγων αὐτῷ· Βουλευτὴς εἶ;

25

ὁ δὲ λέγει· Πολίτης εἰμί.

26

ὁ ἀνθύπατος εἶπεν· Τίνων πολίτης;
24

27

Παπύλος εἶπεν· Θυατείρων.

28

ὁ ἀνθύπατος εἶπεν· Τέκνα ἔχεις;

29

Παπύλος εἶπεν· Καὶ πολλὰ διὰ τὸν θεόν.

30

εἷς δέ τις τῶν ἐκ τοῦ δήμου ἐβόησεν λέγων· Κατὰ τὴν πίστιν αὐτοῦ τῶν Χριστιανῶν λέγει τέκνα ἔχειν.

31

ὁ ἀνθύπα‐ τος εἶπεν· Διὰ τί ψεύδῃ λέγων τὰ τέκνα ἔχειν;

32

Παπύλος εἶπεν· Θέλεις μαθεῖν ὅτι οὐ ψεύδομαι ἀλλ’ ἀληθῆ λέγω; ἐν πάσῃ ἐπαρχίᾳ καὶ πόλει εἰσίν μου τέκνα κατὰ θεόν.

33

ὁ ἀνθύπατος εἶπεν· Θύεις; ἢ τί λέγεις;

34

Παπύλος εἶπεν· Ἀπὸ νεότητος θεῷ δουλεύω καὶ οὐδέποτε εἰδώλοις ἔθυσα, ἀλλ’ εἰμὶ Χριστιανὸς καὶ πλέον τούτου παρ’ ἐμοῦ ἀκοῦσαι οὐκ ἔχεις· οὐδὲ γὰρ μεῖζον τούτου ἢ κάλλιον ἔστι τι εἰπεῖν με.

35

ἀνακρεμασθεὶς δὲ καὶ οὗτος καὶ ξεόμενος ζυγὰς τρεῖς ἤλλαξεν καὶ φωνὴν οὐκ ἔδωκεν, ἀλλ’ ὡς γενναῖος ἀθλητὴς ἀπεδέχετο τὸν θυμὸν τοῦ ἀντικειμένου.

36

Ἰδὼν δὲ ὁ ἀνθύπατος τὴν ὑπερβάλλουσαν αὐτῶν ὑπομονὴν κελεύει αὐτοὺς ζῶντας καῆναι· καὶ κατερχόμενοι ἔσπευδον οἱ ἀμφό‐ τεροι ἐπὶ τὸ ἀμφιθέατρον, ὅπως ταχέως ἀπαλλαγῶσιν τοῦ κόσμου.

37

καὶ πρῶτος ὁ Παπύλος προσηλωθεὶς εἰς τὸ ξύλον ἀνωρθώθη, καὶ προσενεχθέντος τοῦ πυρὸς ἐν ἡσυχίᾳ προσευξάμενος παρέδωκεν τὴν ψυχήν.

38

καὶ μετὰ τοῦτον προσηλωθεὶς ὁ Κάρπος προσεμειδίασεν. οἱ δὲ παρεστῶτες ἐκπλησσόμενοι ἔλεγον αὐτῷ· Τί ἐστιν ὅτι ἐγέλα‐ σας;

39

ὁ δὲ μακάριος εἶπεν· Εἶδον τὴν δόξαν κυρίου καὶ ἐχάρην ἅμα δὲ καὶ ὑμῶν ἀπηλλάγην καὶ οὐκ εἰμὶ μέτοχος τῶν ὑμετέρων κακῶν.

40

ὡς δὲ ὁ στρατιώτης τὰ ξύλα ἐπιτιθεὶς ὑφῆπτεν, ὁ ἅγιος Κάρπος κρεμώμενος εἶπεν· Καὶ ἡμεῖς τῆς αὐτῆς μητρὸς ἐγεννήθημεν Εὔας καὶ τὴν αὐτὴν σάρκα ἔχομεν, ἀλλ’ ἀφορῶντες εἰς τὸ δικαστήριον τὸ ἀληθινὸν πάντα ὑπομένωμεν.

41

ταῦτα εἰπὼν καὶ προσφερο‐ μένου τοῦ πυρὸς προσηύξατο λέγων· Εὐλογητὸς εἶ, κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ, ὅτι κατηξίωσας καὶ ἐμὲ τὸν ἁμαρτωλὸν ταύτης σου τῆς μερίδος. καὶ τοῦτο εἰπὼν ἀπέδωκεν τὴν ψυχήν.

42

Ἀγαθονίκη δέ τις ἑστῶσα καὶ ἰδοῦσα τὴν δόξαν τοῦ κυρίου
ἣν ἔφη ὁ Κάρπος ἑωρακέναι καὶ γνοῦσα τὴν κλῆσιν εἶναι οὐράνιον εὐθέως ἐπῆρεν τὴν φωνήν· Τὸ ἄριστον τοῦτο ἐμοὶ ἡτοίμασται, δεῖ οὖν με μεταλαβοῦσαν φαγεῖν τοῦ ἐνδόξου ἀρίστου.26

43

ὁ δὲ δῆμος ἐβόα λέγων· Ἐλέησόν σου τὸν υἱόν.

44

εἶπεν δὲ ἡ μακαρία Ἀγαθο‐ νίκη· Θεὸν ἔχει τὸν δυνάμενον αὐτὸν ἐλεῆσαι, ὅτι αὐτός ἐστιν ὁ πάντων προνοητής. ἐγὼ δὲ ἐφ’ ὃ πάρειμι. καὶ ἀποδυσαμένη τὰ ἱμά‐ τια αὐτῆς, ἀγαλλιωμένη ἐφήπλωσεν ἑαυτὴν ἐπὶ τὸ ξύλον.

45

οἱ δὲ ἰδόντες ἐθρήνησαν λέγοντες· Δεινὴ κρίσις καὶ ἄδικα προστάγματα.

46

ἀνορθωθεῖσα δὲ καὶ τοῦ πυρὸς ἁψαμένη ἕως τρὶς ἐβόησεν εἰποῦσα· Κύριε, κύριε, κύριε, βοήθει μοι· πρός σε γὰρ κατέφυγα.

47

καὶ οὕτως ἀπέδωκεν τὸ πνεῦμα καὶ ἐτελειώθη σὺν τοῖς ἁγίοις· ὧν τὰ λείψανα λαθραίως οἱ Χριστιανοὶ ἀνειλάμενοι διεφύλαξαν εἰς δόξαν Χριστοῦ καὶ ἔπαινον τῶν μαρτύρων αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι,
5νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.28